Ομηρικοί ΎμνοιΕἲς Διόνυσον «κισσοκόμην Διόνυσον ἐρίβρομον ἄρχομ᾽ἀείδειν»
κισσοκόμην
Διόνυσον ἐρίβρομον
ἄρχομ᾽ ἀείδειν,
Ζηνὸς καὶ
Σεμέλης ἐρικυδέος
ἀγλαὸν υἱόν, ὃν
τρέφον ἠύκομοι
Νύμφαι παρὰ
πατρὸς ἄνακτος
δεξάμεναι
κόλποισι καὶ ἐνδυκέως
ἀτίταλλον Νύσης ἐν
γυάλοις: ὃ δ᾽ ἀέξετο
πατρὸς ἕκητι ἄντρῳ ἐν
εὐώδει
μεταρίθμιος ἀθανάτοισιν.
αὐτὰρ ἐπειδὴ
τόνδε θεαὶ
πολύυμνον ἔθρεψαν,
δὴ τότε
φοιτίζεσκε καθ᾽
ὑλήεντας ἐναύλους,
κισσῷ καὶ
δάφνῃ
πεπυκασμένος:
αἳ δ᾽ ἅμ᾽ ἕποντο
Νύμφαι, ὃ
δ᾽ ἐξηγεῖτο:
βρόμος δ᾽ ἔχεν ἄσπετον
ὕλην. καὶ σὺ μὲν
οὕτω χαῖρε,
πολυστάφυλ᾽ ὦ
Διόνυσε: δὸς δ᾽ ἡμᾶς
χαίροντας ἐς ὥρας
αὖτις ἱκέσθαι, ἐκ δ᾽ αὖθ᾽
ὡράων εἰς τοὺς
πολλοὺς ἐνιαυτούς. |
ч
|